Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.161 Joseph. AJ 10.166 (English) >>Joseph. AJ 10.171

10.164κατανοήσαντες δὲ τὴν χώραν καὶ τὴν τοῦ Γαδαλίου χρηστότητα καὶ φιλανθρωπίαν Ἰωάννης καὶ οἱ μετʼ αὐτοῦ ἡγεμόνες ὑπερηγάπησαν αὐτὸν καὶ Βαάλιμον τὸν τῶν Ἀμμανιτῶν βασιλέα ἔλεγον πέμψαι Ἰσμάηλον ἀποκτενοῦντα αὐτὸν δόλῳ κρυφίως, ὅπως αὐτὸς ἄρχῃ τῶν Ἰσραηλιτῶν· εἶναι γὰρ αὐτὸν ἐκ τοῦ γένους τοῦ βασιλικοῦ. 10.165ῥύσεσθαί γε μὴν ἔλεγον αὐτὸν τῆς ἐπιβουλῆς, ἂν αὐτοῖς ἐφῇ κτεῖναι τὸν Ἰσμάηλον, ὡς οὐδενὸς γνωσομένου· δεδιέναι γὰρ ἔφασκον, μὴ φονευθεὶς αὐτὸς ὑπʼ ἐκείνου παντελὴς ἀπώλεια γένηται τῶν ὑπολελειμμένων τῆς τῶν Ἰσραηλιτῶν ἰσχύος. 10.166 δʼ ἀπιστεῖν αὐτοῖς ὡμολόγει κατʼ ἀνδρὸς εὖ πεπονθότος ἐπιβουλὴν τοιαύτην ἐμφανίσασιν· οὐ γὰρ εἰκὸς εἶναι παρὰ τηλικαύτην ἐρημίαν ὧν ἔχρῃζε μὴ διαμαρτόντα οὕτως πονηρὸν εἰς τὸν εὐεργετήσαντα καὶ ἀνόσιον εὑρεθῆναι, ὡς τῷ μὲν τὸ ἀδίκημα τὸ μὴ ὑπʼ ἄλλων ἐπιβουλευόμενον σῶσαι, σπουδάζειν δὲ αὐτὸν αὐτόχειρα ζητεῖν αὐτοῦ γενέσθαι. 10.167οὐ μὴν ἀλλʼ εἰ ταῦτʼ ἀληθῆ δεῖ δοκεῖν, ἄμεινον ἔφασκεν ἀποθανεῖν αὐτὸν ὑπʼ ἐκείνου μᾶλλον, καταφυγόντα πρὸς αὐτὸν ἄνθρωπον καὶ πιστεύσαντα τὴν ἰδίαν σωτηρίαν καὶ παρακαταθέμενον αὐτῷ διαφθεῖραι. 10.168

Καὶ μὲν Ἰωάννης καὶ οἱ σὺν αὐτῷ τῶν ἡγεμόνων μὴ δυνηθέντες πεῖσαι τὸν Γαδαλίαν ἀπῆλθον. χρόνου δὲ διελθόντος ἡμερῶν τριάκοντα παραγίνεται πρὸς Γαδαλίαν εἰς Μασφαθὰ πόλιν Ἰσμάηλος μετʼ ἀνδρῶν δέκα, οὓς λαμπρᾷ τραπέζῃ καὶ ξενίοις ὑποδεξάμενος εἰς μέθην προήχθη φιλοφρονούμενος τὸν Ἰσμάηλον καὶ τοὺς σὺν αὐτῷ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.161 Joseph. AJ 10.166 (English) >>Joseph. AJ 10.171

Powered by PhiloLogic